Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[13]
μετὰ ταῦτα τοίνυν ἐμοὶ μὲν οὔτε μεῖζον οὔτε ἔλαττον πρὸς αὐτὸν συμβόλαιον γέγονεν: ὁ δὲ Παρμένων ἐδικάζετο τούτῳ τῶν τε πληγῶν ὧν ἔλαβεν ὑπὸ τούτου, ὅτε τῶν παίδων ἐξαγομένων ἐπελάβετο, καὶ ὅτι τοῦ εἰς Σικελίαν πλοῦ διὰ τοῦτον κατεκωλύθη. ἐνεστηκυίας δὲ τῆς δίκης δίδωσιν ὁ Παρμένων ὅρκον τούτῳ περί τινων ἐγκλημάτων, καὶ οὗτος ἐδέξατο, ἐπιδιαθέμενος ἀργύριον, ἐὰν μὴ ὀμόσῃ τὸν ὅρκον. καὶ ὅτι ἀληθῆ λέγω, λαβέ μοι τὴν μαρτυρίαν.“Μαρτυρία”
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

