Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[23]
πῶς γὰρ οὐκ αἰσχρὸν καὶ δεινὸν ἂν γένοιτο, εἰ Κεφαλλῆνες μέν, ὅπως τοῖς Ἀθηναίοις σωθῇ τὰ χρήματα, δεῦρο πλεῖν τὴν ναῦν ἔκριναν, ὑμεῖς δ᾽ ὄντες Ἀθηναῖοι τὰ τῶν πολιτῶν τοῖς καταποντίσαι βουληθεῖσιν δοῦναι γνοίητε, καὶ ἃ μὴ καταπλεῖν ὅλως οὗτος δεῦρ᾽ ἔπραττεν, ταῦτ᾽ εἰσαγώγιμα τούτῳ ψηφίσαισθε; μὴ δῆτ᾽, ὦ Ζεῦ καὶ θεοί. λέγε δή μοι τί παραγέγραμμαι.“Παραγραφή”λέγε δή μοι τὸν νόμον.“Νόμος”
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

