Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[119]
καίτοι τίς ἡ κοινωνία, τίς ἡ πολλὴ πρόνοι᾽ ὑπὲρ Φιλοκράτους αὕτη; ὃς εἰ τὰ κάλλιστα καὶ πάντα τὰ συμφέροντ᾽ ἐπεπρεσβεύκει, χρήματα δ᾽ ὡμολόγει λαβεῖν ἐκ τῆς πρεσβείας, ὥσπερ ὡμολόγει, τοῦτό γ᾽ αὐτὸ φυγεῖν καὶ διευλαβηθῆναι τῷ προῖκα πρεσβεύοντι προσῆκε, καὶ διαμαρτύρεσθαι τὸ καθ᾽ αὑτόν. οὐ τοίνυν πεποίηκε τοῦτ᾽ Αἰσχίνης. ταῦτ᾽ οὐ φανέρ᾽, ἄνδρες Ἀθηναῖοι; ταῦτ᾽ οὐχὶ βοᾷ καὶ λέγει ὅτι χρήματ᾽ εἴληφεν Αἰσχίνης καὶ πονηρός ἐστιν ἀργυρίου συνεχῶς, οὐ δι᾽ ἀβελτερίαν οὐδὲ δι᾽ ἄγνοιαν, οὐδ᾽ ἀποτυγχάνων;
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

