Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[64]
εἰσφέρειν ἐκέλευον, οἱ δ᾽ οὐδὲν δεῖν ἔφασαν: πολεμεῖν καὶ μὴ πιστεύειν, οἱ δ᾽ ἄγειν εἰρήνην, ἕως ἐγκατελήφθησαν. τἄλλα τὸν αὐτὸν τρόπον οἶμαι πάνθ᾽, ἵνα μὴ καθ᾽ ἕκαστα λέγω: οἱ μὲν ἐφ᾽ οἷς χαριοῦνται, ταῦτ᾽ ἔλεγον, οἱ δ᾽ ἐξ ὧν ἔμελλον σωθήσεσθαι. πολλὰ δὲ καὶ τὰ τελευταῖα οὐχ οὕτως πρὸς χάριν οὐδὲ δι᾽ ἄγνοιαν οἱ πολλοὶ προσίεντο, ἀλλ᾽ ὑποκατακλινόμενοι, ἐπειδὴ τοῖς ὅλοις ἡττᾶσθαι ἐνόμιζον.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

