Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[19]
μόνον δὲ τοῦτο οὐχ οἷόν τε ὑμῖν ἐστιν ἀμνημονῆσαι: ἐν γὰρ τῇ αὐτῇ ἐκκλησίᾳ καὶ οἱ πρέσβεις ὑμῖν οἱ παρ᾽ ἐκείνου ἥκοντες διελέγοντο καὶ τὸ ψήφισμα ἐγράφη. ὥστ᾽ οὐχ οἷόν τε, παραχρῆμα τῶν λόγων εἰρημένων καὶ εὐθὺς τοῦ ψηφίσματος ἐπαναγιγνωσκομένου, τὴν καταψευδομένην γνώμην τῶν πρέσβεων, ταύτην ὑμᾶς χειροτονῆσαι: ὥστε τοῦτο μὲν οὐ κατ᾽ ἐμοῦ, ἀλλὰ καθ᾽ ὑμῶν ἐπέσταλκεν, ὡς ὑμεῖς περὶ ὧν οὐκ ἠκούσατε, περὶ τούτων ἀποκρινάμενοι τὴν γνώμην ἀπεστείλατε.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

