Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[5]
εἰ δ᾽ ὅπως τὰ παρόντ᾽ ἐπανορθωθήσεται δεῖ σκοπεῖν καὶ μὴ προελθόντ᾽ ἔτι πορρωτέρω λήσει πάνθ᾽ ἡμᾶς, μηδ᾽ ἐπιστήσεται μέγεθος δυνάμεως πρὸς ἣν οὐδ᾽ ἀντᾶραι δυνησόμεθα, οὐχ ὁ αὐτὸς τρόπος ὅσπερ πρότερον τοῦ βουλεύεσθαι, ἀλλὰ καὶ τοῖς λέγουσιν ἅπασι καὶ τοῖς ἀκούουσιν ὑμῖν τὰ βέλτιστα καὶ τὰ σώσοντα τῶν ῥᾴστων καὶ τῶν ἡδίστων προαιρετέον.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

