Click on a word to bring up parses, dictionary entries, and frequency statistics
σκέψασθε δέ, ὦ ἄνδρες Ἀθηναῖοι, τὰς γνώμας ἃς ἀποφαίνεται ὁ ποιητής. ἤδη δὲ πολλῶν πραγμάτων φησὶ γεγενῆσθαι κριτής, ὥσπερ νῦν ὑμεῖς δικασταί, καὶ τὰς κρίσεις οὐκ ἐκ τῶν μαρτυριῶν, ἀλλ᾽ ἐκ τῶν ἐπιτηδευμάτων καὶ τῶν ὁμιλιῶν, φησι ποιεῖσθαι, ἐκεῖσε ἀποβλέπων, πῶς τὸν καθ᾽ ἡμέραν βίον ζῇ ὁ κρινόμενος, καὶ ὅντινα τρόπον διοικεῖ τὴν ἑαυτοῦ οἰκίαν, ὡς παραπλησίως αὐτὸν καὶ τὰ τῆς πόλεως διοικήσοντα: καὶ τίσι χαίρει πλησιάζων: καὶ τελευτῶν οὐκ ὤκνησεν ἀποφήνασθαι τοιοῦτον εἶναι οἵοισπερ1 ἥδεται ξυνών. οὐκοῦν δίκαιον καὶ περὶ Τιμάρχου τοῖς αὐτοῖς ὑμᾶς Εὐριπίδῃ χρήσασθαι λογισμοῖς.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

