previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

οὐχὶ ταὐτὰ γιγνώσκων ἐνίοις τῶν εἰρηκότων ἀνέστηκ᾽, ἄνδρες Ἀθηναῖοι. οὐ μὴν οὐδὲ τούτους αἰτιάσομαι κακίᾳ τἀναντία τοῖς βελτίστοις εἰρηκέναι, ἀλλ᾽ ὅτι πολλοὶ τοῦ τὰ πράγματα κρίνειν ἀμελήσαντες τοὺς λόγους σκοπεῖν οὓς ἐροῦσιν εἰώθασιν, κἂν τούτοις ἀφθόνοις ἐντύχωσιν, ἑτοίμως δημηγορεῖν, οὐκ ὀρθῶς ἐγνωκότες, οὐδὲ λογιζόμενοι παρ᾽ ἑαυτοῖς ὅτι πολλῶν πράξεων ἐν πολλῷ χρόνῳ πᾶσι πεπραγμένων καὶ διὰ τοὺς καιροὺς ἐνίων ὑπεναντίων αὑταῖς, ἂν τὰς ἑτέρας τις ὑπερβαίνων τὰς ἑτέρας λέγῃ, λήσει τὸ ῥᾷστον τῶν ἔργων ποιῶν, αὑτὸν ἐξαπατῶν. [2] οἱ μὲν οὖν οὕτω χρώμενοι τῷ συμβουλεύειν δοκοῦσί μοι τὴν ἀπὸ τῶν ῥηθέντων τοῦ δύνασθαι λέγειν δόξαν γιγνομένην αὑτοῖς ἱκανὴν φιλοτιμίαν ἡγεῖσθαι: ἐγὼ δὲ νομίζω χρῆναι τὸν πόλει περὶ πραγμάτων ἐπιχειροῦντα συμβουλεύειν μᾶλλον ὅπως τὰ δόξαντα συνοίσει σκοπεῖν, πῶς οἱ παραχρῆμα λόγοι χάριν ἕξουσι. δεῖ γὰρ τοῖς ἐπὶ τῶν λόγων εὐδοκιμοῦσι συμφέροντός τινος ἔργου πρᾶξιν προσεῖναι, ἵνα μὴ νῦν μόνον, ἀλλ᾽ ἀεὶ τὰ ῥηθέντα καλῶς ἔχῃ.

load focus English (Norman W. DeWitt, Norman J. DeWitt)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: