Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[p. 207] ἀτὰρ καὶ αἵδε δῆλαι διασφύξεσι . τάμνειν δὲ πρὸς τοῖς ὀστέοις τὰς μέζονας : αἵδε γὰρ ὀνηϊσταί. ἐπικέαται καὶ ἕτεραι ἑκάστῃσι, κάρτα λεπταὶ, ἃς οὐδ᾽ ὄφελος ἐκτάμνειν. ὁ δὲ τρόπος ἐν τῇσι χειρουργίῃσι λέλεκται. μέγα δὲ τὸ ἄκος κεφαλαίῃσι καὶ ἐπιληψίῃ, καὶ σκοτώμασι, καὶ ξυμβλήδην ἁπάσῃσι τῇσι τῆς κεφαλῆς νούσοισι.1 ἐπὶ πᾶσι δὲ φλέγμα ἄγειν χρὴ προκενώσαν τα τὴν γαστέρα ἢ καταπότῳ ὑπηλάτῳ, ἢ κλυσμῷ: ἄλλοτε μὲν ἐκ Ρ῾ινῶν πταρμικοῖσι, ἄλλοτε δὲ διὰ στόματος τοῖσι ἄγουσι φλέγμα. εἴδη δὲ πταρμικῶν μὲν πέπερι, στρουθίου ἡ Ρ῾ίζα, κάστορος ὄρχις: τάδε καὶ ξυνῆ: ἐς λεπτὰ δὲ κόψαντα καὶ σήσαντα καλάμῳ ἐμφυσῆν ἢ καυλῷ πτεροῦχηνὸς παχέϊ. ἀγωγότερον δὲ τῶνδε καὶ βιαιότερον εὐφόρβιον ξύν τινι τῶνδε μιχθέν: ἀτὰρ καὶ ἐλαίοισι δὲ μίσγεται γλευκίνῳ, σικυωνίῳ, ἢ τῷ ἀπὸ στύρακος μύρῳ. ὑγρὸν δὲ γίγνεται κάρτα ὡς ἔκχυτον : ἐγχεῖται δὲ διὰ τοῦ Ρ῾ινός γ αὐλοῦ. δίδυμοι δὲ οἵδε ξυμφυέες ἀπὸ μιῆς ἐκροῆς, ὡς ἐσάπαξ ἀμφοτέροισι ἐγχέειν. οὐ γὰρ ἀνασχετὸν ἡ διάστασις ἑκατέρου μυκτῆρος ἰδίῃ καὶ ἰδίῃ. πίμπραται γὰρ ἡ κεφαλὴ αὐτίκα καὶ δριμὺ ἄλγος αἱρέει: τὰ δὲ διὰ τοῦ στόματος ἄγοντα φλέγμα, σίνηπι, κόκκος ὁ τῆς κνίδης, πέπερι, σταφὶς ἀγρίη: τάδε ξὺν ἀλλήλοισι, καὶ ἰδίῃ: ἐπεὶ δὲ καὶ τῷ μασήσασθαι μὲν αὐτὰ καὶ τὸ πτύειν ξυνεχές ἐστι: καὶ ὕδατι ἢ μελικρήτῳ μίξαντα διδόναι, κλύζειν τε τὸ στόμα καὶ ἐς τὰ παρίσθμια παρώσαντα ἀνατάσι τοῦ αὐχένος, τῷ τῆς ἐκπνοῆς πνεύματι κλύζειν : ἐπὴν δὲ, ἐς ὅσον θέλῃς, τὸ φλέγμα ἀγάγῃς, λούειν καὶ καταιονεῖν τὴν κεφαλὴν κάρτα πολλῷ θερμῷ ὕδατι ἐς διαπνοήν. ἰσχυραὶ γὰρ γίγνονται σφηνώσιες. δεῖπνον εὐτελές : ἔστω δὲ καὶ οἶνος ἐς ἀνάκλησιν τοῦ στομάχου: μάλα γάρ τοι καὶ ὅδε πονέει. ἐπὴν δὲ μεσηγὺ τὴν δύναμιν ἑδράσῃς, κλυσμῷ χρέω τῷ ξυνήθεϊ, λίτρου
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.
