1.
Ποσειδῶν
εὖ γε, ὦ Δελφῖνες, ὅτι ἀεὶ φιλάνθρωποί
ἐστε, καὶ πάλαι μὲν τὸ τῆς Ἰνοῦς παιδίον ἐπὶ τὸν Ἰσθμὸν
ἐκομίσατε ὑποδεξάμενοι ἀπὸ τῶν Σκειρωνίδων μετὰ τῆς
[308]
μητρὸς ἐμπεσόν, καὶ νῦν σὺ τὸν κιθαρῳδὸν τουτονὶ τὸν
ἐκ Μηθύμνης ἀναλαβὼν ἐξενήξω ἐς Ταίναρον αὐτῇ σκευῇ
καὶ κιθάρᾳ, οὐδὲ περιεῖδες κακῶς ὑπὸ τῶν ναυτῶν ἀπολλύμενον.
δελφῖνες
μὴ θαυμάσῃς, ὦ Πόσειδον, εἰ τοὺς ἀνθρώπους
εὖ ποιοῦμεν ἐξ ἀνθρώπων γε καὶ αὐτοὶ ἰχθύες γενόμενοι.
Ποσειδῶν
καὶ μέμφομαί γε τῷ Διονύσῳ, ὅτι ὑμᾶς καταναυμαχήσας
μετέβαλε, δέον χειρώσασθαι μόνον, ὥσπερ
τοὺς ἄλλους ὑπηγάγετο. πῶς δ᾽ οὖν τὰ κατὰ τὸν Ἀρίονα
τοῦτον ἐγένετο, ὦ Δελφίν;
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

