This text is part of:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[21]
καὶ ταῦτα λέγων ἐζήτει τὸ ξίφος: αὐτὸς γὰρ ἄνοπλος ἦν διὰ τὸ πάντα τῷ παιδὶ θαρρεῖν. ἀλλ᾽ οὐδὲ τοῦτο ἐνεδέησεν, πάλαι δὲ ἦν ὑπ᾽ ἐμοῦ καὶ τοῦτο προπαρεσκευασμένον καὶ πρὸς τὸ μέλλον
τόλμημα καταλελειμμένον. ἀποσπάσας δὴ τῆς σφαγῆς καὶ τοῦ τραύματος ἐξελὼν τὸ ξίφος φησί, ‘ πρὸ μικροῦ μέν με ἀπέκτεινας, νῦν δὲ ἀνάπαυσον, ξίφος. πατρὶ πενθοῦντι παραμύθιον ἐλθὲ καὶ πρεσβυτικῇ χειρὶ δυστυχούσῃ συναγώνισαι. ἀπόσφαξον, τυραννοκτόνησον καὶ τοῦ πενθεῖν ἀπάλλαξον. εἴθε πρῶτός σοι ἐνέτυχον, εἴθε τὴν τάξιν προὔλαβον τοῦ φόνου. ἀπέθανον
ἄν, ἀλλ᾽ ὡς ^ τύραννος μόνον, ἀλλ᾽ ἔτι νομίζων
ἕξειν ἔκδικον: νῦν δὲ ὡς ἄτεκνος, νῦν δὲ ὡς οὐδὲ φονέως εὐπορῶν.’ Καὶ ταῦτα ἅμα λέγων ἐπῆγε τὴν σφαγὴν τρέμων, οὐ δυνάμενος, ἐπιθυμῶν μέν, ἀσθενῶν δὲ πρὸς τὴν ὑπηρεσίαν τοῦ
τολμήματος.
[p. 472]
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.