Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[7]
ἔτι δὲ θαυμάσειεν ἄν τις καὶ τῆς ὀροφῆς ἐν
τῷ εὐμόρφῳ τὸ ἀπέριττον κἀν τῷ εὐκόσμῳ τὸ ἀνεπίληπτον καὶ τὸ τοῦ χρυσοῦ ἐς τὸ εὐπρεπὲς
[p. 184] σύμμετρον, ἀλλὰ μὴ παρὰ τὰς χρείας ἐπίφθονον, ἀλλ᾽ ὁπόσον ἂν καὶ γυναικὶ σώφρονι καὶ καλῇ
ἀρκέσῃ ἐπισημότερον ἐργάσασθαι τὸ κάλλος, ἢ περὶ τῇ δειρῇ λεπτός τις ὅρμος ἢ περὶ τῷ δακτύλῳ σφενδόνη εὔφορος ἢ ἐν τοῖν ὤτοιν ἐλλόβια ἢ πόρπη τις ἢ ταινία τὸ ἄφετον τῆς κόμης συνδέουσα, τοσοῦτον τῇ εὐμορφίᾳ προστιθεῖσα ὅσον τῇ ἐσθῆτι
ἡ πορφύρα: αἱ δέ γε ἑταῖραι, καὶ μάλιστα αἱ
ἀμορφότεραι αὐτῶν, καὶ τὴν ἐσθῆτα ὅλην
πορφυρᾶν καὶ τὴν δειρὴν χρυσῆν πεποίηνται, τῷ πολυτελεῖ θηρώμεναι τὸ ἐπαγωγὸν καὶ τὸ ἐνδέον
τῷ καλῷ προσθέσει τοῦ ἔξωθεν τερπνοῦ
παραμυθούμεναι: ἡγοῦνται γὰρ καὶ τὴν ὠλένην αὐταῖς στιλπνοτέραν φανεῖσθαι συναπολάμπουσαν τῷ χρυσῷ καὶ τοῦ ποδὸς τὸ μὴ εὐπερίγραφον λήσειν ὑπὸ χρυσῷ σανδάλῳ καὶ τὸ πρόσωπον αὐτὸ
ἐρασμιώτερον γενήσεσθαι τῷ φαεινοτάτῳ
συνορώμενον. ἀλλ᾽ ἐκεῖναι μὲν οὕτως: ἡ δέ γε σώφρων χρυσῷ ^ μὲν τὰ ἀρκοῦντα καὶ μόνον τὰ ἀναγκαῖα
προσχρῆται, τὸ δ᾽ αὑτῆς κάλλος οὐκ ἂν αἰσχύνοιτο, οἶμαι, καὶ γυμνὴ δεικνύουσα.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.