This text is part of:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[42]
ἐπεὶ κἀκεῖνό μοι πρόδηλον ἦν, ὅτι τὰ συμβουλεύοντα καὶ τῶν ποιημάτων καὶ τῶν συγγραμμάτων μάτων χρησιμώτατα μὲν ἅπαντες νομίζουσιν, οὐ μὴν ἥδιστά γ᾽ αὐτῶν ἀκούουσιν, ἀλλὰ πεπόνθασιν ὅπερ πρὸς τοὺς νουθετοῦντας: καὶ γὰρ ἐκείνους ἐπαινοῦσι μέν, πλησιάζειν δὲ βούλονται τοῖς συνεξαμαρτάνουσιν ἀλλ᾽ οὐ τοῖς ἀποτρέπουσιν.

