This text is part of:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[2]
τὰς μὲν γὰρ δίκας ὑπὲρ τῶν ἰδίων ἐγκλημάτων λαγχάνουσι, τὰς δὲ κατηγορίας ὑπὲρ τῶν τῆς πόλεως πραγμάτων ποιοῦνται, καὶ πλείω χρόνον διατρίβουσι τὸν πατέρα μου διαβάλλοντες ἢ περὶ ὧν ἀντώμοσαν διδάσκοντες, καὶ τοσοῦτον καταφρονοῦσι τῶν νόμων ὥστε περὶ ὧν ὑμᾶς ὑπ᾽ ἐκείνου φασὶν ἠδικῆσθαι, τούτων αὐτοὶ δίκην παρ᾽ ἐμοῦ λαβεῖν ἀξιοῦσιν.

