previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἐπεὶ δὲ ἄλλων ἄλλα προσφερόντων καθ᾽ ὁδὸν αὐτουργὸς ἄνθρωπος οὐδὲν ἐπὶ καιροῦ φθάσας εὑρεῖν τῷ ποταμῷ προσέδραμε καὶ ταῖν χεροῖν ὑπολαβὼν τοῦ ὕδατος προσήνεγκεν, ἡσθεὶς Ἀρτοξέρξης φιάλην ἔπεμψεν αὐτῷ χρυσῆν καὶ χιλίους δαρεικούς. Εὐκλείδᾳ δὲ τῷ Λάκωνι, πολλὰ παρρησιαζομένῳ πρὸς αὐτὸν αὐθαδῶς, ἐκέλευσεν εἰπεῖν τὸν χιλίαρχον ὅτισοὶ μὲν ἔξεστιν [p. 136] εἰπεῖν βούλει, ἐμοὶ δὲ καὶ λέγειν καὶ ποιεῖν.’ [2] ἐν δὲ θήρᾳ τινὶ Τηριβάζου δείξαντος αὐτῷ τόν κάνδυν ἐσχισμένον, ἠρώτησεν τι δεῖ ποιεῖν. ἐκείνου δὲ εἰπόντος, ‘ἄλλον αὐτὸς ἔνδυσαι, τοῦτον δὲ ἐμοὶ δός,’ οὕτως ἐποίησεν, εἰπών, ‘δίδωμι μὲν, Τηρίβαζε, σοὶ τοῦτον, φορεῖν δὲ ἀπαγορεύω.’ τοῦ δὲ Τηριβάζου μὴ φροντίσαντος ἦν γὰρ οὐ πονηρός, ὑπόκουφος δὲ καὶ παράφορος, ἀλλὰ τόν τε κάνδυν εὐθὺς ἐκεῖνον ἐνδύντος καὶ δέραια χρυσᾶ καὶ γυναικεῖα τῶν βασιλικῶν περιθεμένου, πάντες μὲν ἠγανάκτουν οὐ γὰρ ἐξῆν, μέντοι βασιλεὺς κατεγέλασε καὶ εἶπε: ‘δίδωμί σοι καὶ τὰ χρυσία φορεῖν ὡς γυναικὶ καὶ τὴν στολὴν ὡς μαινομένῳ.’ [3] τραπέζης δὲ τῆς αὐτῆς μηδενὸς μετέχοντος ἀλλ᾽ μητρὸς βασιλέως γαμετῆς γυναικός, καθεζομένων τῆς μὲν ὑπ᾽ αὐτόν, τῆς δὲ μητρὸς ὑπὲρ αὐτόν, Ἀρτοξέρξης καὶ τοὺς ἀδελφοὺς ἐπὶ τὴν αὐτὴν ἐκάλει τράπεζαν, Ὀστάνην καὶ Ὀξάθρην, νεωτέρους ὄντας, ἐν δὲ τοῖς μάλιστα κεχαρισμένην ὄψιν παρεῖχε τοῖς Πέρσαις τῆς γυναικὸς Στατείρας ἁρμάμαξα γυμνὴ τῶν παραπετασμάτων ἀεὶ προφερομένη καὶ διδοῦσα ταῖς δημότισιν ἀσπάσασθαί αὐτὴν καὶ προσελθεῖν, ὅθεν ἠγαπᾶτο τοῖς πολλοῖς βασίλεια.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1926)
hide References (4 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: