lucillius
‘Ἆρες Ἄρες βροτολοιγέ, μιαιφόνε,’ παύεο, κουρεῦ,
τέμνων οὐ γὰρ ἔχεις οὐκέτι ποῦ με τεμεῖς:
ἀλλ᾽ ἤδη μεταβὰς ἐπὶ τοὺς μύας ἢ τὰ κάτωθεν
τῶν γονάτων, οὕτω τέμνε με, καὶ παρέχω.
νῦν μὲν γὰρ μυιῶν ὁ τόπος γέμει: ἢν δ᾽ ἐπιμείνῃς,
ὄψει καὶ γυπῶν ἔθνεα καὶ κοράκων.

