Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ὑπὲρ ὧν ἔμαθεν ὁπόσον τινὰ χρὴ καταβαλεῖν
μισθόν: ὁμολογῶν, ἔφη, τι παῤ ἡμῶν μαθεῖν τὴν
ἀξίαν ἡμῖν ἐκτίσεις. οὐκοῦν καὶ ὅστις διδάσκαλος
μὲν αὐτὸς οὐ γέγονε, πρὸς τὸ μαθεῖν δὲ καὶ ὁτιοῦν
συνηνέγκατο, ἀδικοῖτ̓ ἄν, εἰ μὴ τυγχάνοι τῆς
χάριτος καὶ τῆς ἐπὶ τοῖς δοθεῖσιν ὁμολογίας, ἣν
δὴ καὶ ὁ σοφὸς ἀπαιτῶν φαίνεται. εἶεν. ἀλλὰ
τοῦτο μὲν χαρίεν καὶ σεμνὸν τὸ δῶρον: χρυσίον δὲ
καὶ ἀργύριον οὔτε ἐδεόμην ἐγὼ λαβεῖν οὔτε ὑμᾶς
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.