previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[12] καὶ ἐπ᾽ αὐτοῖς τόν τε δῆμον ὥρκωσεν ἐς ἀεὶ κυρίους νομιεῖν καὶ τὴν βουλὴν ἐκέλευεν ὀμνύναι. ἐνισταμένων δὲ πολλῶν καὶ Κάτωνος, εἰσηγεῖτο μὲν Καῖσαρ θάνατον τῷ μὴ ὀμόσαντι, καὶ δῆμος ἐπεκύρου: ὤμνυον δ᾽ αὐτίκα δείσαντες οἵ τε ἄλλοι καὶ οἱ δήμαρχοι: οὐ γὰρ ἔτι χρήσιμον ἀντιλέγειν ἦν κυρουμένου διὰ τοὺς ἄλλους τοῦ νόμου. Οὐέττιος δ᾽ ἀνὴρ δημότης, ἐς τὸ μέσον ἐσδραμὼν μετὰ ξιφιδίου γυμνοῦ, ἐπιπεμφθῆναι ἔφη πρός τε Βύβλου καὶ Κικέρωνος καὶ Κάτωνος ἐς ἀναίρεσιν Καίσαρός τε καὶ Πομπηίου καὶ τὸ ξιφίδιον αὑτῷ Βύβλου ῥαβδοῦχον ἐπιδοῦναι Ποστούμιον. ὑπόπτου δ᾽ ὄντος ἐφ᾽ ἑκάτερα τοῦ πράγματος μὲν Καῖσαρ ἐξετράχυνε τὸ πλῆθος, τὴν δ᾽ ἐπιοῦσαν ἐξετάσειν τὸν Οὐέττιον ἀνεβάλλοντο. καὶ Οὐέττιος φυλασσόμενος ἐν τῷ δεσμωτηρίῳ νυκτὸς ἀνῃρέθη. εἰκαζομένου δ᾽ ἐς ποικίλα τοῦ συμβεβηκότος Καῖσαρ οὐκ ἀνίει καὶ τοῦτο δρᾶσαι λέγων τοὺς δεδιότας, ἕως δῆμος αὐτῷ συνεχώρησεν ἀμύνειν τοῖς ἐπιβεβουλευμένοις. καὶ Βύβλος μὲν ἐκ χειρῶν ἅπαντα μεθεὶς οἷά τις ἰδιώτης οὐ προῄει τῆς οἰκίας ἐπὶ τὸ λοιπὸν τῆς ἀρχῆς ἅπαν, δὲ Καῖσαρ οὐδ᾽ αὐτὸς ἔτι ἐζήτει περὶ τοῦ Οὐεττίου, μόνος ἔχων τὸ κράτος ἐπὶ τῇ πολιτείᾳ.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
hide References (2 total)
  • Cross-references to this page (2):
    • A Dictionary of Greek and Roman Antiquities (1890), LEX
    • Smith's Bio, Ve'ttius
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: