previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[120] καὶ ἦν αὐτῷ τοῦτο στρατόπεδόν τε ὁμοῦ καὶ κατὰ τῶν ἐχθρῶν ἐπιτείχισμα ἐπίμηκες, ὅθεν ὁρμώνενος τὴν ἀγορὰν ἀφῃρεῖτο Καρχηδονίους, ὅση κατὰ γῆν αὐτοῖς ἐφέρετο: ὅτι γὰρ μὴ τῷδε τῷ αὐχένι μόνῳ, τὰ λοιπὰ Καρχηδὼν περίκλυστος ἦν. καὶ τοῦτο πρῶτον αὐτοῖς καὶ μάλιστα ἐγίγνετο λιμοῦ καὶ κακῶν αἴτιον: ἅτε γὰρ τοῦ πλήθους παντὸς ἐκ τῶν ἀγρῶν ἐς τὴν πόλιν ἀνοικισαμένου, οὔτε προϊόντες ποι διὰ τὴν πολιορκίαν, οὔτε ξένων ἐμπόρων διὰ τὸν πόλεμον θαμινὰ ἐπιόντων, μόνῃ τῇ τῆς Λιβύης ἀγορᾷ χρώμενοι, μικρὰ μέν ποτε καὶ διὰ θαλάσσης, ὅτε ὡραῖον εἴη, τὰ πλέονα δὲ κατὰ τὴν γῆν ἐπεκομίζοντο, ἀφῃρημένοι δὲ τότε τὴν ἐκ τῆς γῆς κομιδήν, ἐπιπόνως ᾔσθοντο τοῦ λιμοῦ. Βιθύας δέ, ὅσπερ ἵππαρχος ἦν αὐτοῖς καὶ ἐπέπεμπτο ἐπὶ σῖτον ἐκ πολλοῦ, προσελθεῖν μὲν βιάσασθαι τὸ χαράκωμα τοῦ Σκιπίωνος οὐκ ἐτόλμα, περιφέρων δὲ τὴν ἀγορὰν ἐς τὰ πόρρω διὰ μακροῦ ναυσὶν ἐσέπεμπεν, ἐφορμουσῶν μὲν τῇ Καρχηδόνι νεῶν τοῦ Σκιπίωνος: ἀλλ᾽ οὔτε διηνεκῶς οὔτε πυκναὶ συνειστήκεσαν ὡς ἐν ἀλιμένῳ καὶ περικρήμνῳ θαλάσσῃ, παρά τε τὴν πόλιν αὐτὴν οὐκ ἐδύναντο ἀνακωχεύειν, τῶν Καρχηδονίων τοῖς τείχεσιν ἐφεστώτων, καὶ τοῦ κύματος ἐκεῖ μάλιστα διὰ τὰς πέτρας ταρασσομένου. ὅθεν αἱ φορτίδες αἱ Βιθύου, καὶ εἴ τις ἄλλος ἔμπορος ὑπὸ κέρδους ἐθελοκινδύνως ἠπείγετο, φυλάσσοντες ἄνεμον ἐκ πόντου πολὺν πεπετασμένοις τοῖς ἱστίοις διέθεον, ἀδυνάτων οὐσῶν ἔτι τῶν τριήρων ὁλκάδας φερομένας ἱστίῳ καὶ πνεύματι διώκειν. σπανίως μὲν οὖν ἐγίγνετο καὶ μόνον ὅτε βίαιον εἴη πνεῦμα ἐκ πόντου: καὶ ταῦτα δ᾽, ὅσα φέροιεν αἱ νῆες, Ἀσδρούβας τρισμυρίοις ἀνδράσι μόνοις διένεμεν, οὓς ἐς μάχην ἐπείλεκτο, καὶ τοῦ ἄλλου πλήθους κατεφρόνει: ὅθεν ἐμόχθουν μάλιστα ὑπὸ τοῦ λιμοῦ.


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: