previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


περὶ τῶν ἐν Λακεδαίμονι ἐφόρων πολλὰ μὲν καὶ ἄλλα εἰπεῖν καλὰ ἔχω, δ᾽ οὖν προῄρημαι, ταῦτα νῦν ἐρῶ. ὅτε τις τῶν παρ᾽ αὐτοῖς καλῶν πλούσιον ἐραστὴν προείλετο χρηστοῦ πένητος, ἐπέβαλον αὐτῷ χρήματα, κολάζοντες ὡς ἔοικε τὴν φιλοχρηματίαν τῇ τῶν χρημάτων ζημίᾳ. ἄλλον δέ τινα ἄνδρα καλὸν κἀγαθὸν οὐδενὸς ἐρῶντα τῶν καλῶς πεφυκότων καὶ τοῦτον ἐζημίωσαν, ὅτι χρηστὸς ὢν οὐδενὸς ἤρα: δῆλον γὰρ ὡς ὅμοιον ἂν ἑαυτῷ κἀκεῖνον ἀπέφηνεν, ἴσως δ᾽ ἂν καὶ ἄλλον. δεινὴ γὰρ τῶν ἐραστῶν πρὸς τὰ παιδικὰ εὔνοια ἀρετὰς ἐνεργάσασθαι, ὅταν αὐτοὶ σεμνοὶ ὦσιν: ἐπεί τοι Λακωνικὸς καὶ οὗτος νόμος, ὅταν ἁμάρτῃ μειράκιον, τῇ μὲν ἀφελείᾳ τοῦ τρόπου καὶ τῷ νεαρῷ τῆς ἡλικίας συγγινώσκουσι, τὸν δὲ ἐραστὴν ὑπὲρ αὐτοῦ κολάζουσιν, ἐπιγνώμονας αὐτοὺς καὶ ἐξεταστὰς ὧν ἐκεῖνοι πράττουσι κελεύοντες εἶναι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: