previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


πλου. Πόπλιος δ᾽ τῶν Ῥωμαίων στρατηγὸς θεωρῶν τοὺς μὲν πολεμίους παρὰ τὴν αὑτοῦ δόξαν οὔτ᾽ εἴκοντας οὔτε καταπεπληγμένους τὸν ἐπίπλουν ἀλλὰ πρὸς τῷ ναυμαχεῖν ὄντας, [2] τῶν δὲ σφετέρων νεῶν τὰς μὲν ἐντὸς ἤδη τοῦ λιμένος οὔσας τὰς δ᾽ ἐν αὐτῷ τῷ στόματι, τὰς δὲ φερομένας ἐπὶ τὸν εἴσπλουν, πάσαις ἀναστρέφειν παρήγγειλε καὶ ποιεῖσθαι τὸν πλοῦν ἔξω πάλιν. [3] ἔνθα δὴ τῶν μὲν ἐν τῷ λιμένι τῶν δὲ κατὰ τὸν εἴσπλουν ἐκ τῆς μεταβολῆς συμπιπτουσῶν, οὐ μόνον θόρυβος ἦν ἐκ τῶν ἀνδρῶν ἄπλετος, ἀλλὰ καὶ τοὺς ταρσοὺς ἐθραύονθ᾽ αἱ νῆες ἀλλήλαις συγκρούουσαι. [4] ὅμως δ᾽ οὖν ἀεὶ τοὺς ἀνατρέχοντας ἐκτάττοντες οἱ τριήραρχοι παρ᾽ αὐτὴν τὴν γῆν ταχέως ἐποίουν ἀντιπρώρρους τοῖς πολεμίοις. [5] δὲ Πόπλιος αὐτὸς ἐπέπλει μὲν ἀρχῆθεν κατόπιν ἐπὶ παντὶ τῷ στόλῳ, τότε δ᾽ ἐπιστρέψας κατ᾽ αὐτὸν τὸν πλοῦν πρὸς τὸ πέλαγος ἔλαβε τὴν εὐώνυμον τῆς ὅλης δυνάμεως τάξιν. [6] Ἀτάρβας δὲ κατὰ τὸν αὐτὸν καιρὸν ὑπεράρας τὸ λαιὸν τῶν πολεμίων [Ῥωμαίων], ἔχων πέντε ναῦς ἐπίπλους, ὑπέστησε τὴν ἑαυτοῦ ναῦν ἀντίπρωρρον τοῖς πολεμίοις ἀπὸ τοῦ κατὰ τὸ πέλαγος μέρους: [7] ἅμα δὲ καὶ τῶν ἐπιπλεόντων ἀεὶ τοῖς συνάπτουσι προσεπιταττομένοις ταὐτὸ ποιεῖν παραγγείλας διὰ τῶν ὑπηρετῶν, [8] καταστάντων δὲ πάντων εἰς μέτωπον σημήνας διὰ τῶν συνθημάτων τὰς μὲν ἀρχὰς ἐποιεῖτο τὸν ἐπίπλουν ἐν τάξει, μενόντων πρὸς τῇ γῇ τῶν Ῥωμαίων διὰ τὸ προσδέχεσθαι τὰς ἐκ τοῦ λιμένος ἀνατρεχούσας ναῦς. [9] ἐξ οὗ συνέβαινε μεγάλα τοὺς Ῥωμαίους ἐλαττωθῆναι πρὸς αὐτῇ τῇ γῇ

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1889)
hide References (1 total)
  • Cross-references to this page (1):
    • A Dictionary of Greek and Roman Antiquities (1890), NAVARCHUS
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: