previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

12. ὅτι οἱ ὅμιλοι πάντες τὰ πράγματα πρὸς τοὺς μεταχειρίζοντας αὐτὰ κρίνουσι, καὶ ὁποίους ἂν τούτους αἰσθάνωνται ὄντας, τοιαῦτα καὶ ἐκεῖνα νομίζουσιν εἶναι.” M. 15 (p. 140).[2] πᾶς 1 γάρ τις τὸ ἀπείρατον 2 πρὸ τοῦ κατεγνωσμένου προαιρεῖται, μεγάλην ἐς τὸ ἄδηλον ἐλπίδα παρὰ τὸ μεμισημένον ἤδη ποιούμενος.” M. 16 (ib.).[3α] πᾶσαι μὲν γὰρ μεταβολαὶ σφαλερώταταί εἰσι, μάλιστα δὲ αἱ ἐν ταῖς πολιτείαις πλεῖστα δὴ καὶ μέγιστα καὶ ἰδιώτας καὶ πόλεις βλάπτουσι. διὸ οἱ νοῦν ἔχοντες ἐν τοῖς αὐτοῖς ἀεί, κἂν μὴ βέλτιστα , ἀξιοῦσιν ἐμμένειν μεταλαμβάνοντες ἄλλοτε ἄλλα ἀεὶ πλανᾶσθαι.” M. 17 (ib.).[p. 94] 8. ὅτι καὶ τὰ βουλήματα καὶ τὰς ἐπιθυμίας πρὸς τὰς τύχας ἕκαστοι κτῶνται, καὶ ὁποῖα ἂν τὰ παρόντα αὐτοῖς , τοιαῦτα καὶ τὰ οἰήματα λαμβάνουσιν.” M. 18 (p. 141).9. ὅτι τὸ τῆς βασιλείας πρᾶγμα οὐκ ἀρετῆς μόνον ἀλλὰ καὶ ἐπιστήμης καὶ συνηθείας, εἴπερ τι ἄλλο, πολλῆς δεῖται, καὶ οὐχ οἷόν τέ ἐστιν ἄνευ ἐκείνων ἁψάμενόν τινα σωφρονῆσαι. πολλοὶ γοῦν ὥσπερ ἐς ὕψος τι μέγα παρὰ λόγον ἀρθέντες οὐκ ἤνεγκαν τὴν μετεώρισιν, ἀλλ᾽ αὐτοί τε καταπεσόντες ὑπ᾽ ἐκπλήξεως ἔπταισαν καὶ τὰ τῶν ἀρχομένων πάντα συνηλόησαν.” M. 19 (ib.).11. γ Δίωνος βιβλίῳοὐχ ὅπως πρὸς αὐτῶν τῶν βασιλευόντων σφῶν, ἀλλὰ καὶ πρὸς τῶν παραδυναστευόντων αὐτοῖς γίγνεται.’” Bekk. Anecd. p. 130, 23 and 164, 32.4. ἐν γ βιβλίῳ Δίωνοςοὗ γε καὶ πατὴρ ἀμέμπτως ὑμῶν ἦρξεν.’” Ib. p. 120, 24.[5α] Δίωνος γ βιβλίῳὅτι μὲν γὰρ ἀγαπᾷ ὑμᾶς, οὐδὲν ἂν μεῖζον τεκμήριον λάβοιτε ὅτι τοῦ τε βίου τοῦ παρ᾽ ὑμῖν ἐφίεται.’” Ib. p. 139, 26.[p. 96] [5β] γ βιβλίῳ Δίωνκαὶ πρὸ πολλοῦ κομίσασθαι τὰ προϋπάρξαντά οἱ ποιεῖται.’” Bekk. Anecd. p. 164, 28.6. Δίων βιβλίῳ γπῶς δ᾽ ἂν καὶ λυσιτελήσειέ τινι τοῦτο πρᾶξαι;’” Ib. p. 155, 14.7. Δίωνος γ βιβλίονὥσπερ που καὶ Ῥωμύλος ἡμῖν ἐπέσκηψεν.’” Ib. p. 139, 29.10. καὶ περὶ τῶν μελλόντων ἐξ ὧν ἔπραξαν τεκμήρασθε, ἀλλὰ μὴ ἐξ ὧν πλάττονται ἱκετεύοντες ἀπατηθῆτε: τὰ μὲν γὰρ ἀνόσια ἔργα ἀπὸ γνώμης ἀληθοῦς ἑκάστῳ γίγνεται, συλλαβὰς δ᾽ ἄν τις εὐπρεπεῖς συμπλάσειεν: καὶ διὰ τοῦτ᾽ ἀφ᾽ ὧν ἐποίησέ τις, ἀλλ᾽ οὐκ ἀφ᾽ ὧν φησι ποιήσειν, κρίνετε. 3M. 20 (p. 141).13. Δίων γ βιβλίῳ 4πένθος αἱ γυναῖκες ἐνιαυτῷ ὅλῳ ἐποιήσαντο.’” Bekk. Anecd. p. 162, 26.[2] ὅτι Οὐαλέριον, τὸν συνάρχοντα 5 Βρούτου, [p. 98] καίπερ δημοτικώτατον ἀνδρῶν γενόμενον, ὅμως αὐτοεντίᾳ μικροῦ ὅμιλος κατεχρήσατο: ἐπιθυμεῖν γὰρ αὐτὸν μοναρχίας ὑπετόπησαν. καὶ ἐφόνευσαν ἄν, εἰ μή σφας διὰ ταχέων φθάσας ἐθώπευσεν. ἐσελθὼν γὰρ ἐς τὴν ἐκκλησίαν τάς τε ῥάβδους ἔκλινεν, ὀρθαῖς πρότερον ταύταις χρώμενος, καὶ τοὺς πελέκεις τοὺς συνδεδεμένους σφίσι περιεῖλε: σχηματίσας δὲ ἐπὶ τούτοις ἑαυτὸν ἐς τὸ ταπεινότατον, ἐπὶ πολὺ μὲν ἐσκυθρώπασε καὶ κατεδάκρυσεν, ἐπεὶ δὲ καὶ ἐφθέγξατό ποτε, σμικρᾷ καὶ δεδιυίᾳ τῇ φωνῇ ὑποτρέμων εἶπεν.” M. 21 (p. 141).[2α] τῷ γὰρ Μάρκῳ ἀνελθόντι τε ἐς τὸ Καπιτώλιον καὶ τοῖς θεοῖς εὐχὰς ὑπὲρ τῶν παρόντων ποιουμένῳ...” Bekk. Anecd. p. 162, 28.[3] ὅτι τὸν τοῦ Διὸς νεὼν ἐθείωσεν ἀπὸ κλήρου Ὁράτιος, καίτοι τοῦ Οὐαλερίου τόν τε υἱὸν αὐτοῦ τεθνηκέναι φήσαντος, καὶ τοῦτο παρ᾽ αὐτὴν αὐτῷ τὴν ἱερουργίαν ἀγγελθῆναι παρακευάσαντος, ἵν᾽ ὑπό τε τοῦ πάθους, καὶ ὅτι οὐδ᾽ ἄλλως ὅσιον ἦν ἐν πένθει τινὰ ὄντα ἱεροποιεῖν, παραχωρήσειέν οἱ [4] τῆς τοῦ ἔργου ἱερώσεως. 6 ἐκεῖνος γὰρ οὐκ ἠπίστησε μὲν τῷ ῥηθέντι ῾καὶ γὰρ ὑπὸ πολλῶν καὶ ἀξιοπίστων ἐθρυλήθἠ, οὐ μέντοι καὶ τῶν ἱερῶν ἐξέστη, ἀλλ᾽ ἄταφον τὸ σῶμα τοῦ παιδὸς ὡς καὶ ἀλλότριον, ὅπως μηδὲν τῇ περὶ αὐτοῦ ὁσίᾳ προσήκειν δόξῃ, κελεύσας τισὶν ἐᾶσαι, πάνθ᾽ οὕτω τὰ καθήκοντα διετέλεσεν.” V. 8 (p. 577).[p. 100]

1 pa=s St., pa=n Ms.

2 a)pei/raton Bk., a)peiro/taton Ms.

3 kri/nete v. Hers., kri/netai Ms.

4 *di/wn g bibli/w| supplied by Bs., following de Boer.

5 suna/rxonta Mai, a)/rxonta Ms.

6 i(erw/sews Reim., i(dru/sews Ms.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (4 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: