previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[p. 302] [p. 304] [p. 306] [p. 308] [p. 310] 62. ὅτι Ἀντίοχος καὶ οἱ στρατηγοὶ αὐτοῦ προδιεφθάρησαν: 1 τῇ τε γὰρ ἄλλῃ ῥᾳστώνῃ καὶ ἔρωτι κόρης τινὸς ἔς τε τὸ ἁβροδίαιτον ἐξώκειλε καὶ ἀπολέμους καὶ τοὺς ἄλλους ἐποίησεν.” V. 52 (p. 609).[p. 312] [p. 314] [1α] Δίων ιθ βιβλίῳπερι ... τὰ δὲ ὑμέτερα ἐγώ τε ἀεὶ προστατῶ.’” Bekk. Anecd. 166, 1.[p. 316] [2] ὅτι Σέλευκος τοῦ Ἀντιόχου τὸν τοῦ Ἀφρικανοῦ υἱὸν διαπλέοντα ἐκ τῆς Ἑλλάδος λαβὼν ἐν θεραπείᾳ πολλῇ ἐπεποίητο. ἀπολυτρῶσαι μὲν γάρ, καίτοι τοῦ πατρὸς αὐτοῦ πολλὰ δεηθέντος, οὐκ ἠθέλησεν, οὐ. μέντοι καὶ κακόν τι εἰργάσατο, ἀλλὰ καὶ τοὐναντίον ἰσχυρῶς περιεῖπε, καὶ τέλος, καίπερ τῶν σπονδῶν ἁμαρτών, ἀφῆκεν ἄνευ λύτρων.” V. 53 (p. 609).[p. 318] [p. 320] [p. 322] 63. ὅτι ἐφθόνουν τοῖς Σκιπίωσι πολλοί, ὅτι δύο ἀδελφοὶ γένους τε καὶ ἀρετῆς εὖ 2 ἥκοντες τά τε ἄλλα κατέπραξαν ὥσπερ εἴρηται καὶ ἐπικλήσεις τοιαύτας ἔλαβον, ἐπεὶ ὅτι γε οὐδὲν ἠδίκουν δηλοῦται μὲν καὶ τοῖς εἰρημένοις, ἀπεδείχθη δὲ ἔτι μᾶλλον τῇ τε τοῦ Ἀσιατικοῦ δημεύσει τῆς οὐσίας, ἐν μηδὲν πλέον τῶν προϋπαρχόντων οἱ εὑρέθη, καὶ τῇ τοῦ 3 Ἀφρικανοῦ ἐς Λίτερνον ἀναχωρήσει κἀνταῦθα μέχρι τῆς τοῦ βίου τελευτῆς ἀδείᾳ. τὴν μὲν γὰρ πρώτην ἀπήντησε, νομίζων τῇ τῆς ἀρετῆς ἀληθείᾳ περιέσεσθαι.” V. 54 (p. 609).[p. 324] [p. 326] 61. ὅτι νεανίσκοι τινὲς Καρχηδονίων πρέσβεις ἐς τὴν Ῥώμην ἐλθόντας 4 ὑβρίσαντες ἐπέμφθησαν μὲν ἐς τὴν Καρχηδόνα καὶ ἐξεδόθησάν σφισιν, οὐκ ἔπαθον δὲ ὑπ᾽ αὐτῶν δεινὸν οὐδέν, ἀλλ᾽ ἀφείθησαν.” UG 12 (p. 381).64. ὅτι οἱ Ῥωμαῖοι τῆς τρυφῆς τῆς Ἀσιανῆς γευσάμενοι, καὶ μετὰ τῆς τῶν λαφύρων περιουσίας τῆς τε παρὰ τῶν ὅπλων ἐξουσίας ἐν τοῖς τῶν [p. 328] ἡττηθέντων κτήμασιν ἐγχρονίσαντες, τήν 5 τε ἀσωτίαν αὐτῶν διὰ βραχέος ἐζήλωσαν, καὶ τὰ πάτρια ἔθη 6 οὐ διὰ μακροῦ κατεπάτησαν. οὕτω τὸ δεινὸν τοῦτ᾽ ἐκεῖθεν ἀρξάμενον καὶ ἐς τὸ ἄστυ ἐνέπεσε. 7V. 55 (p. 609).65. ὅτι Γράκχος ἄλλως μὲν ἔκ τε τοῦ πλήθους ἦν καὶ ἐδημηγόρει δεινότατα, οὐ μέντοι καὶ ὡμοιώθη Κάτωνι, ἀλλὰ καίπερ παλαιάν τινα πρὸς τοὺς Σκιπίωνας ἔχθραν ἔχων οὐκ ἤνεγκε τὸ γιγνόμενον, ἀλλ᾽ ὑπὲρ τοῦ Ἀφρικανοῦ καὶ ἀπελογήσατο ἐρήμην κατηγορηθέντος, ὅπως τε μηδεμίαν κηλῖδα λάβῃ διεσπούδαστο, 8 τόν τε Ἀσιατικὸν ἐκώλυσεν ἐς τὸ οἴκημα ἐμβληθῆναι. καὶ διὰ ταῦτα αὐτῷ οἱ Σκιπίωνες τήν τε ἔχθραν κατέλυσαν καὶ κῆδος συνῆψαν: τὴν γὰρ θυγατέρα τὴν ἑαυτοῦ Ἀφρικανὸς συνῴκισεν.” V. 56 (p. 610).[2] Δίων ιθ βιβλίῳἐπειδὴ δὲ καὶ ὣς περιῆν αὐτοῖς τῆς σχολῆς, τὰς ὁδοὺς δι᾽ αὐτῶν κατεσκευάσαντο.’” Bekk. Anecd. 166, 14 ; cf. 166, 3.[p. 330] [p. 332]

1 prodiefqa/rhsan Bk., prosdiefqa/rhsan Ms.

2 eu)= inserted by Val.

3 tou= Rk., gou=n Ms.

4 e)lqo/ntas Wesseling, e)lqo/ntes Mss.

5 th/n Rk., kai\ th/n Ms.

6 e)/qh St., h)/qh Ms.

7 e)ne/pese Rk., e)/pese Ms.

8 diespou/dasto Val., dia(\ e)spou/dato Ms.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: