previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[42] τί δ᾽ εἰ ἐκείνῳ πρώτῳ δευτέρῳ ἐντύχοις. τί ποιήσεις;

Λυκῖνος
οὐ μὲν οὖν, ἀλλὰ σὺ Ἑλλανοδίκης ἐθέλω εἰδέναι τι καὶ πράξεις, πότερον αὐτίκα ἐρεῖς ὅτι οὗτός ἐστιν ἔφεδρος, δεήσει ἐπὶ πάντας ἐν κύκλῳ ἐλθόντα ἰδεῖν εἴ που αὐτῷ γράμμα ὅμοιόν ἐστιν; ὡς εἴ γε μὴ τοὺς πάντων κλήρους ἴδοις, οὐκ ἂν μάθοις τὸν ἔφεδρον.

Ἑρμότιμος
καὶ μήν, Λυκῖνε, ῥᾳδίως ἂν μάθοιμι: ἐπὶ γοῦν τῶν ἐννέα ἢν τὸ Ε εὕρω πρῶτον δεύτερον, οἶδα ὅτι ἔφεδρος τοῦτο ἔχων ἐστί.

Λυκῖνος
πῶς, Ἑρμότιμε;

Ἑρμότιμος
οὕτως: τὸ Α δύο αὐτῶν ἔχουσι καὶ τὸ Β ὁμοίως δύο, τῶν λοιπῶν δὲ τεττάρων ὄντων οἱ μὲν τὸ Γ, οἱ δὲ τὸ Δ πάντως ἀνεσπάκασι καὶ ἀνήλωται ἤδη ἐς τοὺς ἀθλητὰς ὀκτὼ ὄντας τὰ τέτταρα γράμματα. δῆλον οὖν ὅτι μόνον ἂν οὕτω περιττὸν εἴη τὸ ἑξῆς γράμμα τὸ Ε, καὶ τοῦτο ἀνεσπακὼς ἔφεδρός ἐστι.

Λυκῖνος
πότερον, Ἑρμότιμε, ἐπαινέσω σε τῆς συνέσεως, θέλεις ἀντείπω τά γ᾽ ἐμοὶ δοκοῦντα, ὁποῖα ἂν ;

Ἑρμότιμος
νὴ Δία: διαπορῶ μέντοι τι ἂν εὔλογον ἀντειπεῖν ἔχοις πρὸς τὸ τοιοῦτον.

Λυκῖνος

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: