[13]
ἀλλὰ σχολὴν γὰρ ἄγομεν — τί οὐ διηγῇ
μοι ἑταίρῳ ὄντι, ὃν τρόπον ὡρμήθης τὸ πρῶτον φιλοσοφεῖν,
ὡς καὶ αὐτός, εἰ δυνατὸν ἔτι, συνοδοιποροίην
ὑμῖν τὸ ἀπὸ τοῦδε ἀρξάμενος. οὐ γὰρ ἀποκλείσετέ με
δηλαδὴ φίλοι ὄντες.
Ἑρμότιμος
εἰ γὰρ ἐθελήσειας, ὦ Λυκῖνε: ὄψει ἐν βραχεῖ
ὅσον διοίσεις τῶν ἄλλων: παῖδας, εὖ ἴσθι, οἰήσῃ
ἅπαντας ὡς πρὸς σέ, τοσοῦτον ὑπερφρονήσεις αὐτός.
Λυκῖνος
ἱκανόν, εἰ μετὰ εἴκοσιν ἔτη γενοίμην τοιοῦτος οἷος σὺ νῦν.
Ἑρμότιμος
ἀμέλει, καὶ αὐτὸς κατὰ σὲ γεγονὼς ἠρξάμην
φιλοσοφεῖν τετταρακοντούτης σχεδόν, ὁπόσα, οἶμαι, σὺ νῦν γέγονας.
Λυκῖνος
τοσαῦτα γάρ, ὦ Ἑρμότιμε: ὥστε τὴν αὐτὴν
ἄγε λαβὼν κἀμέ — δίκαιον γάρ — καὶ πρῶτόν γέ μοι
τοῦτο εἰπέ. δίδοτε ἀντιλέγειν τοῖς μανθάνουσιν, ἤν τι
μὴ ὀρθῶς λέγεσθαι δοκῇ αὐτοῖς, ἢ οὐκ ἐφίετε τοῦτο τοῖς νεωτέροις;
[p. 343]
Ἑρμότιμος
οὐ πάνυ. σὺ δέ, ἤν τι βούλῃ, ἐρώτα μεταξὺ
καὶ ἀντίλεγε: ῥᾷον γὰρ ἂν οὕτω μάθοις.
Λυκῖνος
εὖ γε, νὴ τὸν Ἑρμῆν, ὦ Ἑρμότιμε, αὐτόν, οὗ
ἐπώνυμος ὢν τυγχάνεις.
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.