Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[32]
συμφορὰν ὁ Ἀντίφιλος. ὕστερον δὲ ἀποθανόντος
ἐν τῷ δεσμωτηρίῳ λῃστοῦ τινος ὑπὸ φαρμάκων,
ὡς ἐδόκει, φυλακή τε ἀκριβὴς ἐγένετο καὶ οὐκέτι
παρῄει εἰς τὸ οἴκημα οὐδὲ εἷς τῶν δεομένων. ^
ἐφ᾽ οἷς ἀπορῶν καὶ ἀνιώμενος, οὐκ ἔχων ἄλλως
παρεῖναι τῷ ἑταίρῳ, προσαγγέλλει ἑαυτὸν ἐλθὼν πρὸς τὸν ἁρμοστήν, ὡς εἴη κεκοινωνηκὼς τῆς ἐπὶ τὸν Ἄνουβιν ἐπιβουλῆς.
ὡς δὲ τοῦτο εἶπεν, ἀπήγετο εὐθὺς ἐς τὸ δεσμωτήριον, καὶ ἀχθεὶς παρὰ τὸν Ἀντίφιλον τοῦτο γοῦν μόλις, πολλὰ ἱκετεύσας τὸν δεσμοφύλακα,
ἐξειργάσατο παρ᾽ αὐτοῦ, πλησίον τῷ Ἀντιφίλῳ καὶ ὑπὸ τῷ αὐτῷ κλοιῷ δεδέσθαι. ἔνθα δὴ καὶ μάλιστα ἔδειξε τὴν εὔνοιαν ἣν εἶχε πρὸς
αὐτόν, ἀμελῶν μὲν τῶν καθ᾽ ἑαυτὸν δεινῶν
[p. 156]
καίτοι ἐνόσησε καὶ αὐτός, ἐπιμελούμενος δὲ ὅπως ἐκεῖνος μάλιστα καθευδήσει καὶ ἧττον ἀνιάσεται: ὥστε ῥᾷον ἔφερον μετ᾽ ἀλλήλων κακοπαθοῦντες.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.