Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[6]
. ὥστε ὑπὸ τῶν κακῶν ἐπὶ ταύτην τὴν
[p. 332] ἐσχατιὰν τραπόμενος ἐναψάμενος διφθέραν ἐργάζομαι τὴν γῆν ὑπόμισθος ὀβολῶν τεττάρων, τῇ ἐρημίᾳ καὶ τῇ δικέλλῃ προσφιλοσοφῶν. ἐνταῦθα τοῦτο γοῦν μοι δοκῶ κερδανεῖν, μηκέτι ὄψεσθαι πολλοὺς παρὰ τὴν ἀξίαν εὖ πράττοντας:
ἀνιαρότερον γὰρ τοῦτό γε. ἤδη ποτὲ οὖν, ὦ Κρόνου καὶ Ῥέας υἱέ, τὸν βαθὺν τοῦτον ὕπνον ἀποσεισάμενος καὶ νήδυμον
ὑπὲρ τὸν Ἐπιμενίδην γὰρ κεκοίμησαι — καὶ
ἀναρριπίσας τὸν κεραυνὸν ἢ ἐκ τῆς Αἴτνης ^ ἐναυσάμενος μεγάλην ποιήσας τὴν φλόγα
ἐπιδείξαιό τινα χολὴν ἀνδρώδους καὶ νεανικοῦ Διός,
εἰ μὴ ἀληθῆ ἐστι τὰ ὑπὸ Κρητῶν περὶ σοῦ καὶ τῆς ἐκεῖ ταφῆς μυθολογούμενα.
Ζεύς
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.