[304ε]
ῥητορικόν, ὡς ἕτερον εἶδος ὄν, ὑπηρετοῦν μὴν ταύτῃ.Νεώτερος Σωκράτης
ναί.Ξένος
τί δὲ περὶ τῆς τοιᾶσδ᾽ αὖ δυνάμεως διανοητέον;Νεώτερος Σωκράτης
ποίας;Ξένος
τῆς ὡς πολεμητέον ἑκάστοις οἷς ἂν προελώμεθα πολεμεῖν, εἴτε αὐτὴν ἄτεχνον εἴτε ἔντεχνον ἐροῦμεν;Νεώτερος Σωκράτης
καὶ πῶς ἂν ἄτεχνον διανοηθεῖμεν, ἥν γε ἡ στρατηγικὴ καὶ πᾶσα ἡ πολεμικὴ πρᾶξις πράττει;Ξένος
τὴν δὲ εἴτε πολεμητέον εἴτε διὰ φιλίας ἀπαλλακτέον οἵαν τε καὶ ἐπιστήμονα διαβουλεύσασθαι, ταύτης ἑτέραν ὑπολάβωμεν ἢ τὴν αὐτὴν ταύτῃ;Νεώτερος Σωκράτης
τοῖς πρόσθεν ἀναγκαῖον ἑπομένοισιν ἑτέραν.