[265α]
Ξένος
καὶ μὴν ἐφ᾽ ὅ γε μέρος ὥρμηκεν ἡμῖν ὁ λόγος, ἐπ᾽ ἐκεῖνο δύο τινὲ καθορᾶν ὁδὼ τεταμένα φαίνεται, τὴν μὲν θάττω, πρὸς μέγα μέρος σμικρὸν διαιρουμένην, τὴν δέ, ὅπερ ἐν τῷ πρόσθεν ἐλέγομεν ὅτι δεῖ μεσοτομεῖν ὡς μάλιστα, τοῦτ᾽ ἔχουσαν μᾶλλον, μακροτέραν γε μήν. ἔξεστιν οὖν ὁποτέραν ἂν βουληθῶμεν, ταύτην πορευθῆναι.Νεώτερος Σωκράτης
τί δέ; ἀμφοτέρας ἀδύνατον;Ξένος
ἅμα γ᾽, ὦ θαυμαστέ: ἐν μέρει γε μὴν δῆλον ὅτι δυνατόν.