Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[125]
εἰ γάρ ἐστί τῳ δοτέον τι τοιοῦτον, ὡς ἔγωγ᾽ οὔ φημι, πρῶτον μὲν τῷ μηδὲν ἠδικηκότι πώποτε, δεύτερον δὲ μηδ᾽ ἂν ἀδικεῖν βούληται δυνησομένῳ, ἔπειθ᾽ ὡς ἀληθῶς ὅστις ἅπασιν ἀνθρώποις ἔσται φανερὸς ὑπὲρ τοῦ μή τι παθεῖν ταῦθ᾽ εὑρισκόμενος, καὶ οὐκ ἐπὶ τῷ ποιεῖν μετ᾽ ἀδείας ἑτέρους κακῶς, τούτῳ δοτέον. ὅτι μὲν τοίνυν ὁ Χαρίδημος οὔτε τῶν ἀναμαρτήτων ἐστὶ πρὸς ὑμᾶς οὔτε τῶν ἵνα μή τι πάθῃ ταῦθ᾽ εὑρισκομένων, ἐάσω: ἀλλ᾽ ὡς οὐδὲ πιστὸς εἰς τὸν ἔπειτα χρόνον, ἀκούσατέ μου, καὶ σκοπεῖτε, ἂν ὑμῖν ὀρθῶς ἐξετάζειν δοκῶ.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

