Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[50]
καὶ περὶ μὲν τῶν τότε πραχθέντων ἔχων ἔτι πολλὰ λέγειν, καὶ ταῦθ᾽ ἡγοῦμαι πλείω τῶν ἱκανῶν εἰρῆσθαι. αἴτιος δ᾽ οὗτος, ὥσπερ ἑωλοκρασίαν τινά μου τῆς πονηρίας τῆς ἑαυτοῦ καὶ τῶν ἀδικημάτων κατασκεδάσας, ἣν ἀναγκαῖον ἦν πρὸς τοὺς νεωτέρους τῶν πεπραγμένων ἀπολύσασθαι. παρηνώχλησθε δ᾽ ἴσως οἱ καὶ πρὶν ἔμ᾽ εἰπεῖν ὁτιοῦν εἰδότες τὴν τούτου τότε μισθαρνίαν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

