οὕτως καὶ ὄρτυγα καὶ χοίνικα, πολὺ δὲ ἐστι τὸ ἐκτεινόμενον παρὰ τοῖς Ἀττικοῖς. Σοφοκλῆς Καμικοῖς:
πτώσσουσαν ὥστε πέρδικα.
Φερεκράτης ἢ ὁ πεποιηκὼς τὸν Χείρωνα:
ὄρνιθος ἦλθ᾽ ἐπώνυμος
πέρδικος ἐν κλεινοῖς Ἀθηναίων πάγοις. [p. 258]
Φρύνιχος Τραγῳδοῖς:
ἔξεισιν ἄκων δεῦρο πέρδικος τρόπον.
τὸ δὲ ζῷον ἐπὶ λαγνείας συμβολικῶς παρείληπται, Νικοφῶν ἐν Χειρογάστορσι:
τὸν Κλεόμβροτόν τε τοῦ
Πέρδικος υἱόν.
Ἐπίχαρμος δ᾽ ἐν Κωμασταῖς βραχέως:
τοὺς ἑψητοὺς καὶ τοὺς πέρδικας ἐκείνους.
φησὶ δ᾽ Ἀριστοτέλης περὶ τοῦ ζῴου τάδε: ‘ὁ πέρδιξ ἐστὶ μὲν χερσαῖος, σχιδανόπους, ζῇ δὲ ἔτη πεντεκαίδεκα, ἡ δὲ θήλεια καὶ πλείονα, πολυχρονιώτερα γὰρ ἐν τοῖς ὄρνισι τῶν ἀρρένων τὰ θήλεα, ἐπῳάζει δὲ καὶ ἐκτρέφει καθάπερ ἡ ἀλεκτορίς. ὅταν δὲ γνῷ ὅτι θηρεύεται, προελθὼν τῆς νεοττιᾶς κυλινδεῖται παρὰ τὰ σκέλη τοῦ θηρεύοντος, ἐλπίδα ἐμποιῶν τοῦ συλληφθήσεσθαι, ἐξαπατᾷ τε ἕως ἂν ἀποπτῶσιν οἱ νεοττοί: εἶτα καὶ αὐτὸς ἐξίπταται. ’
σηπίας τ᾽ ἆγον νεούσας πέρδικάς τε πετομένους.

