ἐν δὲ τῷ Παγκρατιαστῇ Ἄλεξις τρεχεδείπνους καταλέγων φησίν
εἶθ᾽ ὁ Μοσχίων
ὁ παραμασήτης ἐν βροτοῖς αὐδώμενος.
Κυρηβίων δ᾽ ἐπεκαλεῖτο Ἐπικράτης ὁ Αἰσχίνου τοῦ ῥήτορος κηδεστής, ὥς φησι Δημοσθένης ἐν τῷ περὶ τῆς παραπρεσβείας. τῶν δὲ τοιούτων ἐπιθέτων, ἃ ἐπὶ χλεύῃ Ἀθηναῖοι παίζοντες ἔλεγον, μνημονεύει Ἀναξανδρίδης ἐν Ὀδυσσεῖ οὕτως `
πρῶτον μὲν ἦν σοι Καλλιμέδων ὁ Κάραβος,
ἔπειτα Κόρυδος, Κωβίων, Κυρηβίων,
ὁ Σκόμβρος, ἡ Σεμίδαλις. β. Ἡράκλεις φίλε,
ἀγοράσματ᾽, οὐ συμπόσιον εἴρηκας, γύναι.
”
ὑμεῖς γὰρ ἀλλήλους ἀεὶ χλευάζετ᾽, οἶδ᾽ ἀκριβῶς.
ἂν μὲν γὰρ ᾖ τις εὐπρεπής, ἱερὸν γάμον καλεῖτε.
ἐὰν δὲ μικρὸν παντελῶς ἀνθρώπιον, σταλαγμὸν
λαμπρός τις ἐξελήλυθ᾽, εὐθὺς ὄλολυς οὗτός ἐστι:
λιπαρὸς περιπατεῖ Δημοκλῆς, ζωμὸς κατωνόμασται:
χαίρει τις αὐχμῶν ἢ ῥυπῶν, κονιορτὸς ἀναπέφηνεν
πέφηνεν: ἀκολουθεῖ κόλαξ τῳ, λέμβος ἐπικέκληται:
τὰ πόλλ᾽ ἄδειπνος περιπατεῖ, κεστρῖνός ἐστι νῆστις: [p. 92]
εἰς τοὺς καλοὺς δ᾽ ἄν τις βλέπῃ, καπνὸς Θεαγένειος:
ὑφείλετ᾽ ἄρνα ποιμένος παίζων, Ἀτρεὺς ἐκλήθη:
ἐὰν δὲ κριόν, Φρίξος, ἂν δὲ κωδάριον, Ἰάσων.

