καὶ τῶν αὐτῶν οὐκ αἰεί, ἐπειδὴ πολλοὶ περὶ αὐτῶν ἐγίνοντο λόγοι, τὰ ὀνόματα τῶν εἰπόντων παραλιπὼν τῶν πραγμάτων μνησθήσομαι. περὶ μὲν γὰρ αὐλῶν ὃ μέν τις ἔφη τὸν Μελανιππίδην καλῶς ἐν τῷ Μαρσύᾳ διασύροντα τὴν αὐλητικὴν εἰρηκέναι περὶ τῆς Ἀθηνᾶς:
πολλῶν οὖν πολλάκις ὄντων τῶν ἀκροαμάτων
πρὸς ὃν ἀντιλέγων ἄλλος ἔφη: ‘ ἀλλ᾽ ὅ γε Σελινούντιος Τελέστης τῷ Μελανιππίδῃ ἀντικορυσσόμενος ἐν Ἀργοῖ ἔφη—ὁ δὲ λόγος ἐστὶ περὶ τῆς Ἀθηνᾶς:
ἁ μὲν Ἀθάνα
τὤργαν᾽ ἔρριψέν ῾ ἱερᾶς ἀπὸ χειρὸς [p. 322]
εἶπέ τ᾽ “ἔρρετ᾽ αἴσχεα, σώματι λύμα,1
οὔ με τᾷ δ᾽ ἐγὼ κακότατι δίδωμι.”
ὡς οὐκ ἂν εὐλαβηθείσης τὴν αἰσχρότητα τοῦ εἴδους διὰ τὴν παρθενίαν. ἑξῆς τέ φησι:
ὃν σοφὸν σοφὰν λαβοῦσαν οὐκ ἐπέλπομαι νόῳ δρυμοῖς ὀρείοις ὄργανον
δίαν Ἀθάναν δυσόφθαλμον αἶσχος ἐκφοβηθεῖσαν
αὖθις ἐκ χερῶν βαλεῖν
νυμφαγενεῖ χειροκτύπῳ φηρὶ Μαρσύᾳ κλέος.
τί γάρ νιν εὐηράτοιο κάλλεος ὀξὺς ἔρως ἔτειρεν,
ᾇ παρθενίαν ἄγαμον καὶ ἄπαιδ᾽ ἀπένειμε Κλωθώ;
μετὰ ταῦτα δὲ ἐγκωμιάζων τὴν αὐλητικὴν λέγει:
ἀλλὰ μάταν ἀχόρευτος
ἅδε ματαιολόγων φάμα προσέπταθ᾽ Ἑλλάδα μουσοπόλων σοφᾶς ἐπίφθονον βροτοῖς τέχνας ὄνειδος.
κομψῶς δὲ κἀν τῷ Ἀσκληπιῷ ὁ Τελέστης ἐδήλωσε τὴν τῶν αὐλῶν χρείαν ἐν τούτοις:
ἃν συνεριθοτάταν Βρομίῳ παρέδωκε σεμνᾶς [p. 324]
δαίμονος ἀερθὲν πνεῦμ᾽ αἰολοπτερύγων σὺν ἀγλαᾶν
ὠκύτατι χειρῶν.
’ ”
ἢ Φρύγα καλλιπνόων αὐλῶν ἱερῶν βασιλῆα,
Λυδὸν ὃς ἥρμοσε πρῶτος
Δωρίδος ἀντίπαλον μούσης νόμον αἰολον, ὀμφᾷ
πνεύματος εὔπτερον αὔραν ἀμφιπλέκων καλάμοις.

