”
Δωρίχα, ὀστέα μὲν σ᾽ ἁπαλῆς κόσμησ᾽ ἀπόδεσμα χαίτης ἥ τε μύρων ἔκπνοος ἀμπεχόνη,
ᾗ ποτε τὸν χαρίεντα περιστέλλουσα Χάραξον
σύγχρους ὀρθρινῶν ἥψαο κισσυβίων.
Σαπφῷαι δὲ μένουσι φίλης ἔτι καὶ μενέουσιν
ᾠδῆς αἱ λευκαὶ φθεγγόμεναι σελίδες,
οὔνομα σὸν μακαριστόν, ὃ Ναύκρατις ὧδε φυλάξει
ἔστ᾽ ἂν ἴῃ Νείλου ναῦς ἔφαλος τενάγη. καὶ Ἀρχεδίκη δ᾽ ἦν ἐκ τῆς Ναυκράτεως καὶ αὐτὴ ἑταίρα καλή. φιλεῖ γάρ πως ἡ Ναύκρατις, ὡς ὁ Ἡρόδοτός φησιν, ἐπαφροδίτους ἔχειν τὰς ἑταίρας.
This text is part of:
Search the Perseus Catalog for:
View text chunked by:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
“69. ἐνδόξους δὲ ἑταίρας καὶ ἐπὶ κάλλει διαφερούσας ἤνεγκεν καὶ ἡ Ναύκρατις: Δωρίχαν τε, ἣν ἡ καλὴ Σαπφὼ ἐρωμένην γενομένην Χαράξου τοῦ ἀδελφοῦ αὐτῆς κατ᾽ ἐμπορίαν εἰς τὴν Ναύκρατιν ἀπαίροντος
διὰ τῆς ποιήσεως διαβάλλει ὡς πολλὰ τοῦ Χαράξου νοσφισαμένην. ῾ Ἡρόδοτος δ᾽ αὐτὴν Ῥοδῶπιν καλεῖ, ἀγνοῶν ὅτι ἑτέρα τῆς Δωρίχης ἐστὶν αὕτη, ἡ καὶ τοὺς περιβοήτους ὀβελίσκους ἀναθεῖσα ἐν
[p. 214] Δελφοῖς, ὧν μέμνηται Κρατῖνος διὰ τούτων.., εἰς δὲ τὴν Δωρίχαν τόδ᾽ ἐποίησε τοὐπίγραμμα Ποσείδιππος, καίτοι καὶ ἐν τῇ Αἰσωπείᾳ πολλάκις αὐτῆς μνημονεύσας. ἐστὶ δὲ τόδε:
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

