previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

40. ου᾽ μόνος δὲ Σαρδανάπαλλος διετέθρυπτο, ἀλλὰ καὶ Ἀνδρόκοττος Φρύξ. καὶ γὰρ οὗτος ἐνεδέδυτο ἀνθινὴν ἐσθῆτα καὶ γυναικὸς εὐπρεπέστερον ἐκοσμεῖτο, ὡς Μνασέας φησὶν ἐν τρίτῳ Εὐρώπης. Κλέαρχος δ᾽ ἐν πέμπτῳ Βίων σάγαριν φησι τὸν Μαριανδυνὸν ὑπὸ τρυφῆς σιτεῖσθαι μὲν μέχρι γήρως ἐκ τοῦ τῆς τιτθῆς στόματος, ἵνα μὴ μασώμενος πονέσειεν,6 οὐ πώποτε δὲ τὴν χεῖρα κατωτέρω τοῦ ὀμφαλοῦ προενέγκασθαι. διὸ καὶ [p. 394] 'ι Ἀριστοτέλης Ξενοκράτην τὸν Χαλκηδόνιον σκώπτων ὅτι οὐρῶν οὐ προσῆγε τὴν χεῖρα τῷ αἰδοίῳ ἔλεγεν

χεῖρες μὲν ἁγναί, φρὴν δ᾽ ἔχει μίασμά τι.
Κτησίας δ᾽ ἱστορεῖ ἄνναρον τὸν βασιλέως ὕπαρχον καὶ τῆς Βαβυλωνίας δυναστεύσαντα στολῇ χρῆσθαι γυναικείᾳ καὶ κόσμῳ, καὶ ὅτι βασιλέως δούλῳ ὄντι αὐτῷ εἰς τὸ δεῖπνον εἰσῄεσαν πεντήκοντα καὶ ἑκατὸν ψάλλουσαι καὶ ᾁδουσαι γυναῖκες: ἔψαλλον δὲ αὗται καὶ ᾖδον ἐκείνου δειπνοῦντος. Φοῖνιξ δ᾽ Κολοφώνιος ποιητὴς περὶ νίνου λέγων ἐν τῷ πρώτῳ τῶν Ἰάμβων φησίν

ἀνὴρ Νίνος τις ἐγένετ᾽, ὡς ἐγὼ κλύω,
Ἀσσύριος: ὅστις εἶχε χρυσίου πόντον,
τάλαντα πολλῷ πλέονα Κασπίης ψάμμου :
ὃς οὐκἴδ᾽ ἀστέρ᾽ οὐδ᾽
ἰδὼν ἐδίζητο οὐ παρ᾽ μάγοισι πῦρ ἱερὸν ἀνέστησεν,
ὥσπερ νόμος, ῥάβδοισι τοῦ θεοῦ ψαύων
οὐ μυθιήτης,9 οὐ δικασπόλος κεῖνος,
οὐ λεωλογεῖν ἐμάνθαν᾽, οὐκ ἀμιθρῆσαι,
ἀλλ᾽ ἦν ἄριστος ἐσθίειν τε καὶ πίνειν
κἠρᾶν,10 τὰ δ᾽ ἄλλα πάντα κατὰ πετρῶν ὤθει. [p. 396]
ὡς δ᾽ ἀπέθαν᾽ ὡνήρ, πᾶσι κατέλιπε ῥῆσιν
ὅκου Νίνος νῦν ἐστι καὶ τὸ σῆμ᾽ ᾁδει:
ἄκουσον, εἴτ᾽ Ἀσσύριος εἴτε καὶ Μῆδος
εἶς Κόραξος ἀπὸ τῶν ἄνω λιμνῶν
Σινδὸς κομήτης: οὐ γὰρ ἀλλὰ κηρύσσω:
ἐγὼ Νίνος πάλαι ποτ᾽ ἐγενόμην πνεῦμα,
νῦν δ᾽ οὐκ ἔτ᾽ οὐδέν, ἀλλὰ γῆ πεποίημαι.
ἔχω δ᾽ ὁκόσον ἔδαισα χὠκόσ᾽ ἤεισα
χὠκόσσ᾽ ἐράσθην
... τὰ δ᾽ ὄλβι᾽ ἡμέων δήιοι συνελθόντες
φέρουσιν, ὥσπερ ὠμὸν ἔριφον αἱ Βάκχαι,
ἐγὼ δ᾽ ἐς Ἅιδην οὔτε χρυσὸν οὔθ᾽ ἵππον
οὔτ᾽ ἀργυρῆν ἅμαξαν ᾠχόμην ἕλκων
σποδὸς δὲ πολλὴ χὠ μιτρηφόρος κεῖμαι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Kaibel)
load focus English (C. D. Yonge, B.A., 1854)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: