previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

7. οὖν ὑμῶν καὶ αὐτὸς τὸ συμπόσιον κατὰ τὸν Κολοφώνιον Ξενοφάνη πλῆρες ὂν πάσης θυμηδίας [p. 16]

νῦν γὰρ δὴ ζάπεδον καθαρὸν καὶ χεῖρες ἁπάντων
καὶ κύλικες: πλεκτοὺς δ᾽ ἀμφιτιθεῖ στεφάνους,
ἄλλος δ᾽ εὐῶδες μύρον ἐν φιάλῃ παρατείνει:
κρατὴρ δ᾽ ἕστηκεν μεστὸς ἐυφροσύνης:
ἄλλος δ᾽ οἶνος ἕτοιμος, ὃς οὔποτέ φησι προδώσειν,
μείλιχος ἐν κεράμοις, ἄνθεος ὀζόμενος::
ἐν δὲ μέσοις ἁγνὴν ὀδμὴν λιβανωτὸς ἵησι:
ψυχρὸν δ᾽ ἐστὶν ὕδωρ καὶ γλυκὺ καὶ καθαρόν.
πάρκεινται δ᾽ ἄρτοι ξανθοὶ γεραρή τε τράπεζα
τυροῦ καὶ μέλιτος πίονος ἀχθομένη :
βωμὸς δ᾽ ἄνθεσιν ἀν τὸ μέσον πάντῃ πεπύκασται,
μολπὴ δ᾽ ἀμφὶς ἔχει δώματα καὶ θαλίη.
χρὴ δὲ πρῶτον μὲν θεὸν ὑμνεῖν εὔφρονας ἄνδρας
εὐφήμοις μύθοις καὶ καθαροῖσι λόγοις:
σπείσαντας τε καὶ εὐξαμένους τὰ δίκαια δύνασθαι
πρήσσειν ταῦτα γὰρ ὦν ἐστι προχειρότερον :
οὐχ ὕβρις πίνειν δ᾽ ὁπόσον κεν ἔχων ἀφίκοιο
οἴκαδ᾽ ἄνευ προπόλου, μὴ πάνυ γηραλέος.
ἀνδρῶν δ᾽ αἰνεῖν τοῦτον ὃς ἐσθλὰ πιὼν ἀναφαίνῃ
ὡς οἱ μνημοσύνη, καὶ τόνος ἀμφ᾽ ἀρετῆς.
οὔτι μάχας διέπειν Τιτήνων οὐδὲ Γιγάντων
οὐδέ τι Κενταύρων, πλάσματα τῶν προτέρων,
στάσιας σφεδανάς,16 τοῖς οὐδὲν χρηστὸν ἔνεστι,
θεῶν δὲ προμηθείην αἰὲν ἔχειν ἀγαθόν:

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Kaibel)
load focus English (C. D. Yonge, B.A., 1854)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: