Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ποιεῖ τὸν προγεγραμμένον ἀριθμόν. ἔτι δ᾽ ἑτερομήκης ἀπὸ δυεῖν πλευρῶν, τῶν μὲν δώδεκα τρὶς γινομένων τῶν δ᾽ ἐννέα τετράκις. ἂν οὖν
[p. 187] ἐκτεθῶσιν αἱ τῶν σχημάτων πλευραί, τοῦ τετραγώνου
τὰ σ᾽ καὶ τοῦ τριγώνου τὰ ὀκτὼ καὶ παραλληλογράμμων
τοῦ μὲν ἑτέρου τὰ ἐννέα τοῦ δ᾽ ἑτέρου
τὰ ιβ᾽, τοὺς τῶν συμφωνιῶν ποιήσουσι λόγους.
ἔσται γὰρ τὰ δώδεκα πρὸς μὲν τὰ ἐννέα διὰ τεσσάρων
ὡς νήτη πρὸς παραμέσην, πρὸς δὲ τὰ ὀκτὼ
διὰ πέντε ὡς νήτη πρὸς μέσην, πρὸς δὲ τὰ σ᾽ διὰ πασῶν ὡς νήτη πρὸς ὑπάτην. ὁ δὲ τῶν σισ᾽ κύβος ἐστὶν ἀπὸ ἑξάδος ἴσος τῇ ἑαυτοῦ περιμέτρῳ.
τοιαύτας δὲ δυνάμεις τῶν ἐκκειμένων ἀριθμῶν ἐχόντων, ἴδιον τῷ τελευταίῳ συμβέβηκε, τῷ
κζ᾽, τὸ τοῖς πρὸ αὐτοῦ συντιθέμενον ἴσον εἶναι
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.