Click on a word to bring up parses, dictionary entries, and frequency statistics
γὰρ τὰ χείλη διὰ πάχος καὶ μέγεθος: ἢ μᾶλλον ἰσχύουσα ταῖς χερσὶ ῥήγνυσι καὶ διασπᾷ τὸν βρόχον: ἢ καὶ ταῖς χερσὶν ἅμα χρῆται καὶ τῷ στόματι, ταῖς μὲν διασπῶσα τὸ λίνον τῷ δ᾽ ἀμυνομένη
τοὺς διώκοντας; οὐδενὸς δ᾽ ἧττον αὐτῇ βοηθοῦσιν
αἱ περικαλινδήσεις: διὸ μᾶλλον ἢ διασπᾶν τὰ λίνα πραγματευομένη πολλάκις ἐκκυβιστᾷ καὶ σῴζεται,
ἀμὴ καὶ δέοι ἡ τῶν ὀδόντων.
τίς ἡ αἰτία, δι᾽ ἣν τὰ ψυχρὰ τῶν ὑδάτων οὐ θαυμάζομεν ἀλλὰ τὰ θερμά, καίτοι δῆλον ὅτι θερμότης αἰτία τούτων ὡς ψυχρότης ἐκείνων;
οὐ γὰρ, ὡς ἔνιοι νομίζουσιν, ἡ μὲν θερμότης
δύναμίς ἐστιν ἡ δὲ ψυχρότης στέρησις θερμότητος:
ἐπεὶ πλειόνων αἴτιον ἐφαίνετο τὸ μὴ ὂν τοῦ ὄντος.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.