Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἢ τοῦτο μὲν πιθανῶς εἴρηται πρὸς τὰ ἐκτός, ἐπεὶ δὲ
φασι καὶ τοὺς κατακολυμβῶντας, ὅταν ἔλαιον εἰς τὸ στόμα λαβόντες ἐκφυσήσωσιν, ἐν τῷ βυθῷ φέγγος ἴσχειν καὶ δίοψιν, οὐκ ἔστιν ἐκεῖ πνεύματος ὄλισθον
αἰτιάσασθαι; σκόπει δὴ μὴ τὴν θάλατταν γεώδη καὶ ἀνώμαλον οὖσαν ἐξωθεῖ καὶ διαστέλλει τῇ πυκνότητι τοὔλαιον, εἶτ᾽ ἀνατρεχούσης εἰς αὑτὴν καὶ συστελλομένης ἀπολείπονται πόροι μεταξὺ ταῖς ὄψεσι διαύγειαν καὶ καταφάνειαν διδόντες. ἢ φύσει
μέν ἐστι φωτεινὸς ὑπὸ θερμότητος ὁ τῇ θαλάττῃ
καταμεμιγμένος ἀήρ, γίγνεται δὲ ταραχθεὶς ἀνώμαλος καὶ σκιώδης: ὅταν οὖν τὴν ἀνωμαλίαν ἐπιλεάνῃ
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.