Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘ αὐτοῦ παραμενεῖ καὶ
κινδυνεύσει μεθ᾽ ὑμῶν: οὐδὲ γὰρ τούτῳ καλὸν ὑποχείριον γενέσθαι τοῖς
ἐχθροῖς ἀλλὰ τόλμα παρ᾽ ἡλικίαν, ὦ παῖ , γευόμενος ἄθλων ἀναγκαίων,
καὶ κινδύνευε μετὰ πολλῶν καὶ ἀγαθῶν
πολιτῶν ὑπὲρ ἐλευθερίας καὶ ἀρετῆς: πολλὴ δ᾽ ἐλπὶς ἔτι λείπεται:
καὶ πού τις ἐφορᾷ θεῶν ἡμᾶς ἀγωνιζομένους περὶ τῶν δικαίων.’
δάκρυα πολλοῖς ἐπῆλθεν ἡμῶν, ὦ Ἀρχίδαμε, πρὸς τοὺς λόγους τἀνδρός:
αὐτὸς 1 δ᾽ ἄδακρυς καὶ ἄτεγκτος ἐγχειρίσας
Πελοπίδᾳ τὸν υἱὸν ἐχώρει διὰ θυρῶν δεξιούμενος ἕκαστον ἡμῶν καὶ
παραθαρρύνων. ἔτι δὲ μᾶλλον ἂν ἠγάσω τοῦ παιδος αὐτοῦ
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.