Click on a word to bring up parses, dictionary entries, and frequency statistics
παρὰ θεῶν, ὅτι τῶν
ὑπηκόων τὸ βέλτιστον καὶ θεοφιλέστατον γένος ἠλευθέρωσε, τὴν Ἑλλάδα.
μέχρι μὲν οὖν τούτων εἶναι θεατής: ὡς δ᾽ ἀναστρέφειν ἔμελλεν, ἐν παντὶ
κακῷ γενέσθαι διὰ φόβον, 1 γυναῖκα γάρ τινα λαβομένην αὐτοῦ θαυμαστὴν τὸ
εἶδος καὶ τὸ μέγεθος, ‘δεῦρο δή’
εἰπεῖν ‘οὗτος, ὅπως ἕκαστα μᾶλλον μνημονεύσῃς.’ καί τι ῥαβδίον,
ὥσπερ οἱ ζωγράφοι, διάπυρον προσάγειν, ἑτέραν δὲ κωλύειν. αὐτὸν δ᾽
ὥσπερ ὑπὸ 2 σύριγγος 3 ἐξαίφνης σπασθέντα πνεύματι νεανικῷ σφόδρα καὶ
βιαίῳ τῷ σώματι προσπεσεῖν καὶ ἀναβλέψαι
σχεδὸν ὑπ᾽ 4 αὐτοῦ τοῦ μνήματος.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.