Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘ τυράννους. ὥσπερ γὰρ ὑαίνης χολὴ καὶ
φώκης πυτία, θηρίων τἄλλα μιαρῶν, ἔχουσί
τι πρὸς τὰς νόσους χρήσιμον, οὕτως ἐνίοις δηγμοῦ δεομένοις καὶ
κολάσεως ἐμβαλὼν ὁ θεὸς πικρίαν τινὰ τυράννου δυσμείλικτον καὶ
τραχύτητα χαλεπὴν ἄρχοντος, οὐ πρότερον ἐξεῖλε τὸ λυποῦν καὶ ταράττον
ἢ τὸ νοσοῦν ἀπαλλάξαι καὶ καθῆραι. 1
τοιοῦτο καὶ Φάλαρις ἦν Ἀκραγαντίνοις: φάρμακον καὶ Ῥωμαίοις
Μάριος. Σικυωνίοις δὲ καὶ διαρρήδην ὁ θεὸς προεῖπε μαστιγονόμων
δεῖσθαι τὴν πόλιν , ὅτι Τελητίαν παῖδα στεφανούμενον ἐν Πυθίοις
ἀφαιρούμενοι Κλεωναίων,
’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.