τοιοῦτοι δ᾽ εἴπερ μοι ἐείκοσιν ἀντεβόλησαν. 1καὶ Φωκίων τἄλλα πρᾶος ἦν: μετὰ δὲ τὴν καταδίκην ἄλλοις τε πολλοῖς διεδείκνυε τὴν μεγαλοφροσύνην, καὶ πρὸς ἕνα τῶν συναποθνῃσκόντων ὀδυρόμενον [p. 400] καὶ δυσανασχετοῦντα ‘τί λέγεις’ εἶπεν οὗτος; 2 οὐκ ἀγαπᾷς ἀποθνῄσκων μετὰ Φωκίωνος;᾽ ἔτι τοίνυν οὐχ ἧττον ἀλλὰ καὶ μᾶλλον ἀδικουμένῳ τῷ πολιτικῷ δέδοται τὸ λέγειν τι περὶ αὑτοῦ πρὸς τοὺς ἀγνωμονοῦντας: ὥσπερ ὁ Ἀχιλλεὺς ἄλλως μὲν ὑφίετο τῷ θείῳ τῆς δόξης καὶ μέτριος ἦν λέγων
αἴ κέ ποθι Ζεὺς 3ὑβρισθεὶς; δὲ παρ᾽ ἀξίαν καὶ προπηλακισθεὶς ἐφίησι τὴν μεγαλαυχίαν τῇ ὀργῇ:
δῷσι πόλιν Τροίην εὐτείχεον ἐξαλαπάξαι