Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘ἔστι γάρ’ ὡς ὑπολαμβάνουσι Δελφοὶ καὶ 1 τότε 2 προηγορῶν ἔλεγε
Νίκανδρος ὁ ἱερεὺς ‘σχῆμα 3 καὶ μορφὴ τῆς πρὸς τὸν, θεὸν ἐντεύξεως,
καὶ τάξιν ἡγεμονικὴν ἐν τοῖς ἐρωτήμασιν ἔχει τῶν χρωμένων ἑκάστοτε
καὶ διαπυνθανομένων , εἰ νικήσουσιν, εἰ
γαμήσουσιν, εἰ συμφέρει πλεῖν, εἰ γεωργεῖν, εἰ ἀποδημεῖν. τοῖς δὲ
διαλεκτικοῖς χαίρειν ἔλεγε σοφὸς ὁ θεός, οὐδὲν οἰομένοις ἐκ τοῦ
‘εἰ’ μορίου καὶ [p. 6] τοῦ μετ᾽ αὐτοῦ ἀξιώματος
πρᾶγμα γίγνεσθαι, πάσας τὰς ἐρωτήσεις ὑποτεταγμένας τούτῳ καὶ νοῶν ὡς
πράγματα καὶ προσιέμενος. ἐπεὶ δ᾽ ἴδιον τὸ ἐρωτᾶν ’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.