Click on a word to bring up parses, dictionary entries, and frequency statistics
καὶ μὴν τὰ μὲν αὐτῆς τῆς στρατείας, χειμῶνες, αὐχμοί, βάθη ποταμῶν, ἄορνα ὕψη, θηρίων ὑπερφυεῖς ὄψεις, ἄγριοι δίαιται, μεταβολαὶ δυναστῶν, παλιμπροδοσίαι τὰ δὲ πρὸ τῆς στρατείας, ἔτι τοῖς Φιλιππικοῖς πολέμοις ἐπέσπαιρεν ἡ Ἑλλάς, ἀπεσείοντο δ᾽ αἱ Θῆβαι τῶν ὅπλων τὴν Χαιρωνικὴν κόνιν ἐκ τοῦ πτώματος ἀνιστάμεναι, καὶ συνῆπτον αἱ Ἀθῆναι τὰς χεῖρας ὀρέγουσαι: πᾶσα δ᾽ ὕπουλος ἦν Μακεδονία πρὸς Ἀμύνταν ἀποβλέπουσα καὶ [p. 388] τοὺς Ἀερόπου παῖδας: ἀνερρήγνυντο δ᾽ Ἰλλυριοί, καὶ τὰ Σκυθῶν ἐπῃωρεῖτο τοῖς προσοίκοις νεωτερίζουσι τὸ δὲ Περσικὸν χρυσίον διὰ τῶν ἑκασταχοῦ