Click on a word to bring up parses, dictionary entries, and frequency statistics
, Ἀγήνωρ καὶ Χρόμιος οἵτινες εἰς τὴν πόλιν ἤγγειλαν τὴν νίκην. ἐρημίας δ᾽ ὑπαρχούσης ὁ
Ὀθρυάδης ἐπιζήσας καὶ ἡμικλάστοις δόρασιν
ἐπερειδόμενος τὰς τῶν νεκρῶν ἁρπάζων ἀσπίδας περιείλετο: καὶ τρόπαιον στήσας ἐκ τοῦ ἰδίου
[p. 262]
αἵματος ἐπέγραψε ‘Διὶ τροπαιούχῳ.’ καὶ τῶν
δύο στάσιν ἐχόντων, οἱ Ἀμφικτύονες αὐτόπται γενόμενοι Λακεδαιμονίους προκρίνουσι: καθάπερ Χρύσερμος ἐν τρίτῳ Πελοποννησιακῶν.
Ῥωμαῖοι πρὸς Σαμνίτας πόλεμον ἔχοντες
στρατηγὸν ἐχειροτόνησαν Ποστούμιον Ἀλβῖνον. οὗτος κατὰ τὰς καλουμένας φορκούλας Καυδίνας ἔστι δὲ