Click on a word to bring up parses, dictionary entries, and frequency statistics
εἰς τὸ
Κιρραῖον πεδίον ἧκον, Οἰνόκλου τοῦ βασιλέως
ἄγοντος αὐτούς. ἐκεῖ δὲ μεγάλων αὐχμῶν γενομένων, κατὰ χρησμὸν ὡς
λέγεται τὸν Οἴνοκλον καταλεύσαντες καὶ πάλιν πλανηθέντες, εἰς ταύτην
ἀφίκοντο τὴν χώραν, ἣν νῦν ἔχουσιν, ἀγαθὴν καὶ πάμφορον οὖσαν. ὅθεν
εἰκότως εὔχονται τοῖς θεοῖς εἰς τὴν παλαιὰν
πατρίδα μὴ ἐπανελθεῖν, ἀλλ᾽ αὐτοῦ καταμένειν εὐδαιμονοῦντας.
‘τί δήποτε παρὰ Ῥοδίοις εἰς τὸ τοῦ Ὀκριδίωνος ἡρῷον οὐκ
εἰσέρχεται κῆρυξ;’ ἦ 1 ὅτι Ὄχιμος τὴν θυγατέρα Κυδίππην ἐνεγύησεν
Ὀκριδίωνι; Κέρκαφος δ᾽ ἀδελφὸς ὢν Ὀχίμου
τῆς δὲ παιδὸς ἐρῶν, ἔπεισε τὸν κήρυκα διὰ κηρύκων γὰρ ἔθος ἦν τὸ
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.