Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘διὰ τί τὸν τῆς Ὅρτας ναὸν ἀνεῳγμένον εἶχον οἱ παλαιοὶ διὰ παντός;’
πότερον, ὡς Ἀντίστιος Λαβεὼν ἱστόρηκε, τοῦ
[p. 78] παρορμᾶν ‘ὁρτάρι’ λεγομένου, τὴν οἷον ἐγκελευομένην πρὸς τὰ καλὰ καὶ παρορμῶσαν θεὸν Ὅρταν λεγομένην ᾤοντο δεῖν ὡς ἐνεργὸν ἀεὶ μηδέποτε μέλλειν μηδ᾽ ἀποκεκλεῖσθαι μηδ᾽
ἐλινύειν;
ἢ μᾶλλον ὡς νῦν ὀνομάζουσιν αὐτὴν Ὥραν
μηκυνομένης τῆς προτέρας συλλαβῆς, ἐπιστρεφῆ