Click on a word to bring up parses, dictionary entries, and frequency statistics
διότι κήρυκας πεμφθέντας ὑπὸ τοῦ Πέρσου ὡς αὐτοὺς ἀπέκτειναν ἐλθόντες πρὸς τὸν Ξέρξην ἐκέλευον ᾧ βούλεται τρόπῳ διαχρήσασθαι αὐτοὺς ὑπὲρ Λακεδαιμονίων. ὡς δὲ ἐκεῖνος: ἀγασθεὶς [p. 179] ἀπέλυσε τοὺς ἄνδρας καὶ ἠξίου μένειν παρ᾽ αὐτῷ, ‘καὶ πῶς ἄν’ ἔφασαν ‘δυναίμεθα ζῆν ἐνταῦθα, πατρίδα καταλιπόντες καὶ νόμους καὶ τούτους τοὺς ἄνδρας, ὑπὲρ ὧν τοσαύτην ἤλθομεν ὁδὸν ἀποθανούμενοι ’ Ἰνδάρνου δὲ τοῦ στρατηγοῦ ἐπὶ πλέον δεομένου καὶ λέγοντος τεύξεσθαι αὐτοὺς τῆς ἴσης τιμῆς τοῖς μάλιστα ἐν προαγωγῇ φίλοις τοῦ βασιλέως, ἔφησαν
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.